Pr.Rh.St. 40 (Q1621)

From Hypotheseis
Jump to navigation Jump to search
No description defined
Language Label Description Also known as
English
Pr.Rh.St. 40
No description defined

    Statements

    Νόμος ἐκέλευε τὸν λιπόντα τὴν τάξιν ἐν πολέμῳ ὑπὸ τοῦ στρατηγοῦ ἀναιρεῖσθαι, καὶ ἄλλος νόμος τὸν καταλαβόντα μοιχὸν ἐπὶ τῇ γυναικὶ αὐτοῦ ἀποκτεῖναι. στρατηγός τις ἐκλιπόντα τὴν τάξιν τὸν ἴδιον πατέρα ἀνεῖλεν· ἕτερος πάλιν μοιχὸν εὑρὼν ἐπὶ τῇ γυναικὶ αὑτοῦ τὸν ἴδιον πατέρα ἀνεῖλε. λοιμὸς κατέσχε τὴν πόλιν. ἦλθε δὲ χρησμὸς, ὅτι παύσεται ὁ λοιμὸς, ἐὰν ὁ ἀδίκως φονεύσας τὸν ἑαυτοῦ πατέρα ἀποθάνῃ, καὶ ἀμφιβάλλουσιν ὅ τε στρατηγὸς καὶ ὁ ἄλλος, τίς ἄρα ἀδίκως ἐφόνευσεν. (Ancient Greek)