Th.Mag. Decl.Dem. (Q1452)
Jump to navigation
Jump to search
No description defined
Language | Label | Description | Also known as |
---|---|---|---|
English | Th.Mag. Decl.Dem. |
No description defined |
Statements
Πρὸς Δημοσθένη περὶ ἀτελείας (Ancient Greek)
<ΠΡΟΣ ΔΗΜΟΣΘΕΝΗΝ ΠΕΡΙ ΑΤΕΛΕΙΑΣ> / <ΥΠΟΘΕΣΙΣ> / Ἐπειδήπερ Ἀθήνησι διὰ τὸ πλῆθος τῶν ἀτελειῶν σπάνις ἐγίγνετο τῶν λειτουργιῶν, ἔθηκε Λεπτίνης νόμον οὕτως ἀτέλειαν ἀναιροῦντα, ὡς μηδ’ ἐξεῖναι τουλοιποῦ ταύτης ὁντινοῦν ἀξιῶσαι. ἐγράψατο τοίνυν τουτονὶ Δημοσθένης, ὡς μὲν αὐτός φησι, παρανόμων, ὡς δ’ ἀληθείᾳ δοκεῖ, συκοφαντῶν μᾶλλον καὶ σοφιζόμενος καὶ τὰ οὐκ ὄντα συμπλάττων. ὅθεν ἀντιλέγει τις αὐτῷ καὶ δείκνυσιν οὐ καλῶς κατηγοροῦντα τοῦ νόμου, βελτίστου τε ὄντος καὶ κοινοτάτου καὶ μάλιστα πάντων πολιτείᾳ προσήκοντος. ἔρρωται δὲ ὁ μὲν τῷ τε συμφέροντι καὶ πᾶσιν ὡς εἰπεῖν τοῖς ἄλλοις τελικοῖς κεφαλαίοις· Δημοσθένης δὲ μόνῳ κέχρηται τῷ ἐνδόξῳ, κἂν εἰ καὶ τοῖς ἄλλοις δοκοῖ. (Ancient Greek)
1 reference
0 references