(Q1592)
Statements
Ἀπέστειλεν εἰς πόλιν πολεμουμένην ὁ βασιλεὺς δύο στρατηγοὺς, βοηθείας ἕνεκα· τὸν μὲν ἕνα φυλάττειν τὰ τείχη διαταξάμενος, τὸν δὲ ἕτερον ἔξω πολεμεῖν· ἡττήθη πολεμῶν ὁ ἔξω· καὶ κατέφυγε πρὸς τὴν πόλιν· ὁ ἔσω στρατηγὸς οὐκ ἤνοιξεν, ἀλλ’ εἶπε, πολέμησον· βιασθεὶς ὁ ἔξω στρατηγὸς ἐπολέμησε πάλιν καὶ ἐνίκησε· καὶ ἀμφισβητοῦσι περὶ τῆς νίκης οἱ δύο. (Ancient Greek)