(Q1432)

Revision as of 13:03, 21 April 2024 by Epìdosis (talk | contribs) (‎Created claim: character(s) (P25): Phryne (Q1546))

Statements

<ΣΠΑΡΤΙΑΤΗΣ.> / Τῶν ἐν Λακεδαίμονι θηλειῶν αἰσχρῶν τικτομένων τὴν ὄψιν ἦλθον εἰς Δελφοὺς Λακεδαιμόνιοι πευσόμενοι τοῦ πάθους τὴν ἴασιν. ἔχρησεν ὁ θεὸς κατὰ μῆνιν Ἀφροδίτης ὑβρισμένης τι πρώην ἐμπεσεῖν τῇ Σπάρτῃ τὸ νόσημα. λήξειν δὴ τοῦ θυμοῦ τὴν θεὸν τιμηθεῖσαν ἀγάλματι. ἐπιτάττουσι τῷ Πραξιτέλει τὸ ἄγαλμα ταύτην ἐργαζομένῳ τὴν τέχνην. ὁ δὲ πρὸς μίμησιν Φρύνης τῆς ἑταίρας ἐρωμένης οὔσης αὐτῷ τοῦτο κατασκευάσας ἐπέγραψεν· Ἀφροδίτη. ἐκκλησία συνῆλθε βουλευσομένη. καὶ παραινεῖ δέχεσθαι Πραξιτέλης Σπαρτιάτου τινὸς ἀντιλέγοντος. μελετῶμεν τὸν Σπαρτιάτην. (Ancient Greek)