(Q1591)
Statements
Ἐχθρόν τις ἔχων ἀπέκτεινε λάθρα καὶ ἔκρυψε. μετὰ δύο ἡμέρας ἀνεῖλεν ὁ αὐτὸς τύραννον, καὶ αἰτεῖ παρὰ τῆς πόλεως τὴν ἀναίρεσιν τοῦ πεφονευμένου. δίδωσιν ἡ πόλις· εὕρηται ὁ πεφονευμένος ὑπὸ τῆς γυναικὸς καὶ τῶν παίδων, ἀποκρυπτόμενος ὑπὸ τῶν θεραπόντων τοῦ προπεφονευκότος αὐτόν τε καὶ τὸν τύραννον κατ’ αὐτὴν τὴν ἡμέραν, καὶ φεύγει ὁ ἀνελὼν αὐτὸν φόνου. (Ancient Greek)