(Q1624)
Statements
Νόμου κελεύοντος, τὸν νέον νόμον εἴσω τριάκοντα ἡμερῶν ἀκυροῦσθαι, εἰ δὲ μὴ, βέβαιον εἶναι, πλούσιος ἔχων ἐχθρὸν πένητα καὶ ἐξερχόμενον εἰς πρεσβείαν τῆς πόλεως ἔγραψε νόμον, ἵνα ὁ μὴ εὐπορῶν πέντε τάλαντα ἀνέρχηται εἰς κριτήριον. ἐπανελθὼν ὁ πένης μετὰ τὰς τριάκοντα ἡμέρας, ἀφ’ οὗ ἐτέθη ὁ νόμος, κωλύει τὸν ὑπὸ τοῦ πλουσίου τεθέντα νόμον· ὁ δὲ ἀντιλέγει. (Ancient Greek)