(Q1427)

Revision as of 12:23, 25 April 2024 by Epìdosis (talk | contribs) (‎Added [en] label: Chor. Decl. 3 (= Op. 14), #quickstatements; #temporary_batch_1714046785281)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

Statements

<ΟΙ ΛΥΔΟΙ.> / Κῦρος ὁ Περσῶν βασιλεὺς αἰχμάλωτον εἷλε τὸν Λυδῶν ἄρχοντα Κροῖσον. νεωτερίζειν τι τοὺς Λυδοὺς περὶ τὴν βασιλείαν αἰσθανόμενος ἐκέλευσε γυμνωθέντας τῶν ὅπλων ἐσθῆτι γυναικείᾳ χρωμένους ᾄδειν τε καὶ κιθαρίζειν καὶ τοὺς παῖδας διδάσκειν τὰ παραπλήσια, συστέλλειν ἐντεῦθεν αὐτοῖς τὸ φρόνημα μηχανώμενος. κινουμένης αὐτῷ μετὰ ταῦτα τῆς ἐπὶ Μασσαγέτας ἐφόδου Λυδοὺς μεταπέμπεται καὶ τὴν προτέραν αὐτοῖς ἀποδιδόντι σκευὴν ἀντιλέγουσι. μελετῶμεν τοὺς Λυδούς. (Ancient Greek)